Τετάρτη, 28 Ιουνίου 2017

̔Ηρακλειάς


1 Ἀγαλλιάσθω πᾶς χορὸς τῶν ἀστέρων τὸν ἀστρόδουλον δεικνύων πεπτωκότα καὶ τὴν ἑαυτοῦ πτῶσιν ἠγνοηκότα· οὐκ ἔστεγεν γὰρ ἡ κτίσις τιμωμένη κἂν δυσσεβηθεὶς ὁ Κτίσας ἠνείχετο. νῦν πανσέληνος ἡ σελήνη λαμπέτω τοῦ Χοσρόου

λήγοντος ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. καὶ νῦν ὁ τρισμέγιστος ἡλίου πόλος, λούσας ἑαυτὸν τῇ καθάρσει τῶν φόνων, βοᾷ, λαλεῖ σοι τὴν σφαγὴν τοῦ Χοσρόου, θεοῦ βεβήλους ἐκφυγὼν ὑποψίας. σκίρτησον αἰθήρ· ὁ κρατῶν Περσοκράτης ὁ πυρσολάτρης ἐζοφώθη Χοσρόης. πάλιν κάμινος Περσικὴ καὶ δευτέρα δροσίζεται φλὸξ <τῷ> Δανιὴλ τῷ δευτέρῳ, ἀνωφερὴς δὲ καίπερ οὖσα τὴν φύσιν χεῖται κατ' αὐτῶν καὶ διώκει καὶ φλέγει τοὺς τὴν πονηρὰν ἐκπυρώσαντας φλόγα· πάλιν λεόντων ἠγριωμένων στόμα εἰς γῆν δι' ὑμῶν Περσικὴν ἀνεφράγη· πάλιν παροινεῖ δυσσεβῶς ὁ Χοσρόης καὶ πῦρ θεουργεῖ καὶ θεὸς φαντάζεται, ἕως σὺν αὐτῷ καὶ τὸ πῦρ ὑπερβράσαν σὺν τῷ θεουργήσαντι συγκατεφθάρη· πάλιν παροινεῖ καὶ μεταίρει τὴν κτίσιν Ξέρξῃ τε τῷ πρὶν ἀντερίζει καὶ θέλει πῇ μὲν πετρῶσαι τὸν βυθὸν τοῖς λειψάνοις, πῇ δ' αὖ γε τὴν γῆν κυματῶσαι τοῖς λύθροις· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει καὶ τὸν πρὸ πάντων εἰκονίζει Βαλτάσαρ χραίνων τὰ θεῖα τῷ μολυσμῷ τῆς μέθης, ἕως κατ' αὐτοῦ δάκτυλος θεηγόρος τῇ δεξιᾷ σου χρώμενος χειρογράφῳ ψήφου μελαίνης ἐξεφώνησε κρίσιν. λήγουσι λοιπὸν αἱ βροχαὶ τῶν αἱμάτων, φεύγει τὸ ῥεῦμα τῶν ἀειρρύτων φόνων, ἡ γῆ βιαίοις οὐκ ἐνοχλεῖται τάφοις, θάλαττα λύθρων οὐ μιαίνεται χύσει· τῶν αἰχμαλώτων οὐ βρύει τὸ δάκρυον, ἀργεῖ τὸ λοιπὸν ἡ πλοκὴ τῆς ἀγχόνης, οὐδεὶς μετ' ὄξους ἐκκενώσας αἰθάλην τὴν ῥῖνα ποιεῖν ἐκβιάζεται στόμα· τὰ δένδρα νεκροῖς οὐ βαρεῖται φορτίοις, ἄπους, ἄχειρος οὐ βαρεῖ τὸν αὐχένα· πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις· οὐδεὶς ἀμοιβὴν συμφορᾶς ἀντιστρόφου τὴν χεῖρα κιχρᾷ τῶν ποδῶν ἀντεργάτιν· ἀλλ' οὐρανὸς γῆ πῦρ ὕδωρ ἀὴρ νέφη καὶ πᾶς ὁ κόσμος τῶν ἄνω καὶ τῶν κάτω κροτεῖ σὺν ἡμῖν τοῦ Θεοῦ τὰ σκέμματα ἑνὸς πεσόντος καὶ σεσωσμένων ὅλων. νῦν τὸν πυραυγῆ Χοσρόης Ἑωσφόρον ἔγνω ζοφώδη, καὶ πλάνητας οὐκ ἔχει<ν> τοὺς ἑπτά φησιν, ἀλλ' ὅλους τοὺς ἀστέρας· νῦν πάντας αὐτοὺς ἐμπεσὼν τῷ Ταρτάρῳ βλέπει σκοτεινοὺς ἐξ ἀνάγκης Ἑσπέρους καὶ τῆς ἐπ' αὐτοῖς ἀστοχήσας ἐλπίδος οὓς ζῶν ἐτίμα, δυσσεβεῖ τεθαμμένος. ποῦ νῦν ὁ λῆρος τῶν ἀεισφαλῶν μάγων; ποῦ τῶν ἐν ἄστροις ὀργίων τὰ σκέμματα; ποῖος πεσόντα Χοσρόην ὡροσκόπει; πάντως ἔδοξεν ἐμπεσεῖν τῷ τοῦ Κρόνου· τέκνου γὰρ ὁρμαῖς ὁ σφαγεὺς ἀνῃρέθη. Ὅμηρε, τὸν πρὶν μηδαμῶς Ἡρακλέα θεὸν προσειπεῖν ἀξιώσῃς ἀσκόπως· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων πεπνιγμένος; θαύμαζε μᾶλλον ὡς ἐν ἀνθρώποις ἕνα τὸν κοσμορύστην εὐλόγως Ἡρακλέα. κατῆλθεν οὗτος ἄχρι τῆς Ἅιδου θύρας, τὴν λύτταν ἦγξε τοῦ κυνὸς τοῦ παμφάγου, Ἄλκηστιν ἐξήγειρε τὴν οἰκουμένην, ἀνεῖλε τὸν δράκοντα τὸν μιαιφόνον καθεῖλεν ὕδραν μυριαύχενον βλάβην, ῥυπῶντα τὸν πρὶν ἐξεκόπρωσεν βίον, ἔπνιξε τὸν λέοντα τὸν κοσμοφθόρον, καὶ νῦν προῆλθεν Ἡρακλῆς τῷ πράγματι λαβὼν τὰ χρυσᾶ μῆλα, τὰς πόλεις ὅλας. παρῆλθε πηγὴ τῆς ἀφεγγοῦς ἑσπέρας, τὸ φῶς ὑπέστη καὶ διέστη τὸ σκότος· καὶ δεύτερος νῦν κοσμοποιεῖται βίος καὶ κόσμος ἄλλος καὶ νεωτέρα κτίσις. καὶ νῦν ὁ Νῶε τῆς νέας οἰκουμένης κιβωτὸν εὗρε τὴν ἑαυτοῦ καρδίαν, καὶ πᾶσαν ἔνδον ἐντεθεικὼς τὴν φύσιν ἀφῆκεν αὐτὴν εἰς ἔνοπλα τάγματα <ἐπὶ> τῷ κατακλυσμῷ Χοσρόου φρουρουμένην· σχεδὸν γὰρ εἰπεῖν πᾶσα σὰρξ διεφθάρη ἐκ τῆς χυθείσης παγγενοῦς ἁμαρτίας, ἕως ἐλαίας ἠμελημένης κλάδον λαβὼν ἔσωσε τοῦ βίου τὰ λείψανα. ποῦ νῦν Ἀπελλῆς, ποῦ λαλῶν Δημοσθένης, ὅπως ὁ μέν σου σωματώσας τοὺς πόνους, ὁ δ' αὖ τὰ νεῦρα τῶν λογισμῶν ἁρμόσας, ἔμπνουν ἀναστήσωσι τὴν σὴν εἰκόνα; ὦ Σκηπίων, σίγησον· ἐγράφη νόμος τοὺς Σκηπίωνας Ἡρακλείωνας λέγειν. κοινὸν τὸ δόγμα· νῦν ἀκινδύνως μόνον ἔξεστι δούλοις νομοθετεῖν πρὸς δεσπότας. κύρωσον, ὦ κράτιστε, τὸν νόμον τύπῳ· ἔχεις συνειδός, οὐκ ἔχεις ὑποψίαν, ἔχεις ἄμετρα μαρτυροῦντά σοι βέλη, ἔχεις συνεργοὺς ἐμφύτους τὰ τραύματα, ἔχεις ἀγῶνας εὐφραδεῖς συνηγόρους, ἔχεις ἀγῶνας εὐγενεῖς ταχυγράφους οἳ τὸν νόμον γράφουσιν οὐ γραφῇ νόθῳ, ἀλλ' ἐξ ἐρυθρῶν, ὡς προσήκει, γραμμάτων· τὸ σὸν γὰρ αἷμα τοῖς γραφεῦσιν ἀρκέσει. Πλούταρχε, σίγα, τοὺς Παραλλήλους γράφων· τί πολλὰ κάμνεις καὶ στρατηγοὺς συλλέγεις; τὸν δεσπότην ἔκφραζε, καὶ γράφεις ὅλους. ἤδη γὰρ ὁ Πλούταρχος ἐξᾶραι θέλων τὸν τοῦ Φιλίππου καὶ πρὸς ὕψος ἁρπάσαι, ἔσπευδε δεῖξαι πᾶσιν ὡς ἐναντίαι κατεῖχον αὐτὸν ἀντιπράττουσαι τύχαι· οὐκ ἠγνόει γάρ, δεινὸς ὢν λογογράφος, ὡς εἴπερ αὐτὸν εὐτυχοῦντα συγγράφοι, δώσει τὸ νικᾶν ἀντ' ἐκείνου τῇ τύχῃ· ἀλλ' εἶχεν, ὦ Πλούταρχε, τῆς τύχης πλέον ὁ σὸς στρατηγὸς δραστικοὺς τοὺς συμμάχους. τίς δὲ στρατὸν γέμοντα Περσικοῦ φόβου, παρ' οἷς τὸ φεύγειν ἦν ἀκίνδυνος μάχη φύσις τε λοιπὸν ἐξ ἔθους ἐγίνετο, ἔπεισεν ὅπλοις καὶ καθώπλιζεν λόγοις καὶ τὴν ἐν αὐτοῖς δειλίαν μεθαρμόσας εὐτολμίαν ἔδειξε τὴν ἀτολμίαν, εἰ μὴ τὸ σὸν φρόνημα καὶ τὸ σὸν κράτος ἤγειρεν αὐτούς, ὡς ἀκινήτους λίθους τὴν γῆν βαροῦντας τοῖς ἀκάρποις φορτίοις; ποῦ τῶν Ἀθηνῶν οἱ πρὸ τούτου ζωγράφοι οἱ τὸν στρατηγὸν Τιμόθεον ἐν ταῖς μάχαις κοιμώμενον γράφοντες, εἶτα τὴν Τύχην ἐκεῖθεν ἔνθεν ἐνδιδοῦσαν τὰς πόλεις; δέον γὰρ αὐτοῖς νῦν ἐναντίως γράφειν, τὴν μὲν Τύχην σοι πανταχοῦ κοιμωμένην, μᾶλλον δὲ τοῖς σοῖς ἀντερίζουσαν πόνοις, σὲ δὲ στρατηγὸν διπλοκινδύνου μάχης καὶ πρὸς τύχας καμόντα καὶ πρὸς βαρβάρους. πόθεν μετῆλθεν εἰς βαφὴν ἐναντίαν ἡ τῶν τριχῶν σου χρυσομίμητος κόμη; ἔβαψεν αὐτὴν ἡ χιὼν τῶν φροντίδων. καὶ ποῦ μετέστη τῶν μελῶν ἡ λευκότης; πύρωσις αὐτὴν ἀντανεῖλεν ἡλίου; ἀπεικὸς οὐδέν, ἀλλ' ὅμως στοχάζομαι, ἐν τῷ διαχεῖσθαι τοὺς ἱδρῶτας τῶν πόνων ἡ λευκότης μετῆλθεν εἰς τὴν καρδίαν. οὐκ ἤρκεσάν σοι πρὸς τυράννους αἱ μάχαι, οὓς ἡ παναλκὴς ἐξεπόρθησε κρίσις θᾶττον λογισμοῦ καὶ σχεδὸν πρὸ τῆς τύχης, εἴπερ τίς ἐστι καὶ τυραννίδος τύχη· οὐκ ἤρκεσάν σοι φροντίδων πολυτρόπων ἐμφυλίων τε καὶ ξένων καὶ βαρβάρων ἄλλαι μετ' ἄλλας συμπλοκαὶ καὶ συγχύσεις· οὐκ ἤρκεσάν σοι τοῦ στρατοῦ τὰ πράγματα, ἀλλ' εἰς τοσαύτην εὐσεβοῦς ἀπληστίας ὄρεξιν ἦλθες, ὥστε καὶ τῶν ἐγκάτων ἐντὸς παρελθεῖν τῆς ἀθέσμου Περσίδος. ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων; οὐ τὰς ἀπείρους τῆς ὁδοῦ διαστάσεις ὁ σὸς λογισμὸς ἐννοῶν συνεστάλη, βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης, τὸν πλοῦτον, ἐκρεύσαντα πρὸς τοὺς βαρβάρους· οὐ μητρὸς οἶκτος πυρσὸν ἔμφυτον πνέων ἐπέσχεν ὑμᾶς· οὐ τὰ τέκνα σου τότε, οἱ ψυχαγωγοὶ μαργαρῖται τοῦ βίου, στοργῇ δεθέντα ψυχικῇ παρεκράτουν· οὐκ εὐλαβήθης τὰς ἐνοχλούσας νόσους, οὐ τὰς δι' ἡμᾶς ἀντιπραττούσας τύχας <εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας,> ἀλλ' ὡς ἄσαρκος καὶ μόνος δοκῶν ἔχειν ἢ σῶμα χαλκοῦν ἢ σιδηρᾶν καρδίαν ἀπῆλθες, ἐστράτευσας, ὡπλίσω πάλιν εἷς ἀντὶ πάντων. ὦ φιλάνθρωπος ζέσις πάσης ἀνάγκης δραστικῆς ὑπερτέρα. ποίαν, στρατηγέ, χειρὸς ἔκτασιν φέρων, ποίαν δὲ μέχρι τῶν νεφῶν εὑρὼν βάσιν σεαυτὸν ἐξέτεινας, ὥστε σε φθάσαι καὶ τὴν πρὸς ἄκρον ὕψ<ος> ἠρμένην τύχην τοῦ πυρσολάτρου Χοσρόου κατασπάσαι; ἦ δῆλον ὡς ἡ χεὶρ μὲν ἐκ τῶν ἰκμάδων τῆς εὐσεβείας εὐκόλως ἐτείνετο, πέτρα δέ σοί τις οὐρανῶν ὑπερτέρα ὁ Χριστὸς ἐγγὺς εἰς βάσιν παρίστατο, δι' οὗ τὸν ἐχθρὸν ἐν κακοῖς ἐπηρμένον ἐκ τῶν νεφῶν καθεῖλες ἐν τῷ Ταρτάρῳ. ποίαν παρῆλθες μὴ τεθλιμμένος τρίβον τῆς γῆς ἁπάσης δυσσεβῶς πεφλεγμένης; τὸ πῦρ γὰρ εἰκῇ προσκυνῶν ὁ Χοσρόης οὐκ εἰς τὸ σώζειν εἶχεν, ἀλλ' εἰς τὸ φλέγειν. πῶς οὖν παρῆλθες τὰς ἐρήμους ὡς πόλεις εἰ μὴ δι' αὐτῆς τῆς νοουμένης Πύλης ἐλθὼν ἐδείχθης ἀπλανὴς ὁδοιπόρος; ὦ νῦν ἀληθῆ δεικνύων τὴν πορφύρανπορφύρεται γὰρ εἰς βαφὴν αἰωνίαν ἱδρῶσι τοῖς σοῖς εὐσεβῶς ᾑμαγμένη· μένει δὲ λευκή, καίπερ οὖσα πορφύρα, καὶ τῇ νέᾳ στίλβουσα καλλιεργίᾳ, ὅσον φορεῖται, μειζόνως λαμπρύνεται χαῖρε, στρατηγὲ κοσμικοῦ γενεθλίου· τὸν σὸν γὰρ ἆθλον πᾶσα χώρα καὶ πόλις ἔμπρακτον οἶδε τοῦ βίου γενέθλιον· τὸν πενταπλοῦν εἰς ἄκρον ἤνυσας δρόμον ἱδρῶν, ἐλαύνων, ἀντεγείρων, συντρέχων ἕως καθεῖλες <τὸν> παραβάτην Χοσρόην. κατεπλάγησαν οἱ πρὸ σοῦ διφροστάται ἐν τῇ τοσαύτῃ τοῦ δρόμου παρεκτάσει ὁρῶντες ὑμῶν τοὺς τροχοὺς βεβηκότας, καὶ πᾶς ὁ τῆς γῆς δῆμος ἐκ τῶν τεττάρων ὕμνησε πλευρῶν ἐν θεάτρῳ τοῦ βίου· κοσμοῦσι πάντες σοῦ φανέντος τὴν Πόλιν, ἄνθη δὲ συλλέξαντες ἐψυχωμένα στέφουσιν ὑμᾶς ταῖς προσευχαῖς ὡς ῥόδοις· τὰς κοσμικὰς γὰρ ἐξανοίγει σοι θύρας ὁ τῶν ἀγώνων καὶ βραβεὺς καὶ δεσπότης, δι' ὧν προελθὼν παγγενὴς νικηφόρος ἔχεις ἄχραντον τὴν ἀφ' ὕψους εἰκόνα. οὕτως ἀπλήστως ἐκχυθεὶς πρὸς τοὺς λόγους στέργω δι' ὑμᾶς τὴν καλὴν ἀπληστίαν. τί πρῶτον εἰπών, ποῖα συγγράφων μέσα, τῶν ἐσχάτων σου δράξομαι προοιμίων; ἀντεμπλοκὴ γὰρ συγκροτεῖται καὶ μάχη τῶν σῶν ἀγώνων νῦν ὁμοῦ μεμιγμένων· καὶ μῖξις ὥσπερ γίνεταί μοι καὶ στάσις, ὥσπερ ῥεόντων τῶν ποταμῶν τῶν ὀμβρίων ὁ πόντιος ῥοῦς ἵσταται μεμιγμένος. οὕτω γὰρ ἐκβλύσαντες ἐξ ἑνὸς πόρου τῶν σῶν ἱδρώτων οἱ ποταμοὶ μεμιγμένοι ὠθοῦσι καὶ σφύζουσιν ὥσπερ ἐκ βίας ἄλλος τὸν ἄλλον ἐκδραμεῖν ἠπειγμένοι καὶ ταῖς ἀβύσσοις ἐντεθῆναι τῶν λόγων. καί πού τις αὐτῶν εἴπερ ἐμβριθεστέρῳ τάχει προκύψει πρὸς τὸν ἄλλον, εὐθέως ὁ νοῦς μεταστὰς ἡδέως μερίζεται ὡς ἐξ ἀνάγκης λοιπὸν ἐστενωμένος εἴργειν ἑαυτῷ τὴν φορὰν τῆς ἐξόδου, ἕως ὁ σὸς νοῦς καὶ τὸ πηγαῖον στόμα λύσῃ τὰ πολλὰ τῶν λόγων ἐμφράγματα· ὅμως ἁπλώσας ῥιψοκινδύνῳ θράσει τὸν νοῦν ἐπ' αὐτῶν νήχομαι τῶν πραγμάτων.
2 Ῥώμη, δίκαζε τὴν ἰσόρροπον κρίσιν· πολλῶν στρατηγῶν εὐπορήσασα φράσον ποίῳ δοκεῖ σοι συμβαλεῖν τὸν δεσπότην· μόνος τετάχθω, φησίν, οὐκ ἔχων ἴσον. ἤδη μὲν οὖν ἔσβεστο τῆς τυραννίδος τὸ πῦρ ὁ Φωκᾶς, ἡ καταιγίς, ἡ μέθη, ὁ τῶν καθ' ἡμᾶς συμφορῶν πρωτεργάτης, ἡ τῶν ἐν ὕπνοις φασμάτων τιμωρία, ὁ τὰς καθ' ἡμᾶς αἱματώδεις ἐκχύσεις ἔχειν νομίζων εἰς τρισάθλιον κράτος, τῆς γῆς τὸ κῆτος, τὸ πρόσωπον Γοργόνος. οὐχ εἷλες αὐτόν, ὡς ὁ Περσέως πλάνος, ἀλλ' ἀντιτάξας τῷ φθορεῖ τῶν παρθένων τὸ φρικτὸν εἶδος τῆς ἀχράντου Παρθένου· αὐτῆς γὰρ εἶχες τὴν βοηθὸν εἰκόνα ὅτε προσῆλθες τῇ βορᾷ τοῦ θηρίου· καθεῖλες αὐτόν, οὐ κρεμασθεῖσαν κόρην μίαν σεσωκώς, ἀλλὰ τὰς πόλεις ὅλας. τοιοῦτον οὐκ ἦν, κἂν γενέσθαι τις λέγῃ, τὸ πρὶν φονευθὲν κῆτος ἐξ Ἡρακλέους, οἷον καθεῖλεν Ἡρακλῆς ὁ δεσπότης κῆτος τύραννον, οὐ μίαν φθεῖρον πόλιν, ἀλλ' ἐκθέριζον τὴν πολιτείαν ὅλην. πλὴν μισθὸς ὑμῖν ἐστιν εὐτρεπισμένος, οὐ μισθὸς ἵππων τῆς φθορᾶς ἀνωτέρων· μῦθος γὰρ οὗτος καὶ κεχρωσμένος ψόφος, εἰ μή τις, ὡς σύ, γνωστικοὺς ἔχων τόνους ἀλληγορήσει τὴν σπορὰν τῶν ἀρσένων ἄφθαρτον εἶναι τῇ μεταδόσει τοῦ γένους ἄλλου μετ' ἄλλον ζωπυρούντων τὴν φύσιν. οὐχ οὗτος ὑμῖν, μηδὲ τοιοῦτον λάβοις μισθὸν δι' ἡμᾶς, ἀλλ' ὀχήματος τύχοις ζωῆς τρεχούσης εἰς ὁδοὺς ἀφθαρσίας. ἐπεὶ δὲ λοιπὸν καὶ τὰ τοῦ δήμου θράση συνεκτραφέντα τοῦ τυράννου τῇ μέθῃ ἔνοικον εἶχε τῶν μελῶν ἀταξίαν, σχεδὸν δὲ πάντας τοὺς πολίτας ἡ Πόλις πεφυρμένους ὤδινε Κενταύρου δίκην τετμημένοι γὰρ καὶ κακῶς μεμιγμένοι πρὸς τὰς ἑαυτῶν ἠσχολοῦντο συγχύσεις, ἰατρὸς ἐλθὼν κυρίως Γαλήνιος καὶ τὰς ἀτάκτους ψηλαφῶν ἀρτηρίας σφύζουσαν αὐτὸς οὐ παρεῖδες τὴν νόσον, καὶ τμητικῇ μὲν οὐδαμῶς διαιρέσει οὐδ' αὖ γε τοῖς στύφουσιν ἐχρήσω τόνοις, μαλακτικῷ δὲ καὶ λαλοῦντι φαρμάκῳ ἔπεισας αὐτοὺς ἐκ μόνης εὐταξίας τὸ θηριῶδες τοῦτο μὴ νοσεῖν πάθος, ἄνω δὲ μᾶλλον τὴν λογικὴν ἔχειν φύσιν, κάτω δὲ ῥῖψαι καὶ καλῶς ἐκλακτίσαι τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας, μή πως παρατραπεῖσα τῆς τετριμμένης ἡ φατνιῶσα τῶν φρενῶν ἀταξία τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ. οὕτως ἄριστα τοὺς διεστῶτας τρόπους τῶν δημαγωγῶν συμβιβάζεις ταγμάτων καὶ σύνθετόν τι ζῶον ἐξ ἐναντίων συνθεὶς λογισμῶν εἰς ἕνωσιν ἥρμοσας καὶ τοὺς ἀποσκιρτῶντας ἀλλήλων τρόπους εἰς ἓν συνῆψας καὶ κατώρθωσας μόνος ὃ μὴ κατορθοῦν εὐπόρησεν ἡ φύσις. τούτῳ θέλοντες τῷ μεγίστῳ πράγματι μνήμην συνάψαι συμφερόντως ἡ Πόλις γράφουσιν ὑμῖν τὴν κάτωθεν εἰκόνα, εἰ τὴν ἄνω γὰρ ἄλλον εἶχες ζωγράφον. ἐπεὶ δὲ πάντας, οἰκοδεσπότου δίκην, τοὺς ἔνδον ἡμῶν ἐξεχέρσωσας τόπους καὶ τὰς ἐνοίκους τῶν παθημάτων φλέβας τῷ σῷ κενώσας εὐσεβεῖ καθαρσίῳ τῆς ἔνδον ὠμότητος εἶρξας τὴν βλάβην, ἐκτὸς δὲ λοιπὸν καὶ τὰ τῆς Θρᾴκης νέφη χειμῶνας ἡμῖν ἐξανέστησεν μάχης, καὶ πῇ μὲν ἡ Χάρυβδις ἡ Σκυθοτρόφος σιγᾶν δοκοῦσα λῃστρικῶς ὡδοστάτει, πῇ δ' αὖ συνεκθέοντες οἱ Σκλάβοι λύκοι τῇ γῇ συνῆπτον τῆς θαλάττης τὸν σάλον, καὶ τοῖς παρ' αὐτῶν αἵμασιν πεφυρμένος ὁ ῥοῦς ἐρυθρὸς ἐκ βίας ἐγίνετο, κἀκεῖθεν ὥσπερ ἀντερίζουσα πλέον ἀντιπρόσωπος ἡ δυσάντητος θέα τῆς Γοργόνος προσῆκτο τῆς τοῦ Περσέως· καὶ πᾶς ὁ κόσμος ἦν ὁμοῦ πεφυρμένος. σὲ δὲ στρατηγεῖν ἦν ἀνάγκη τῆς μάχης· τυχὸν μὲν ἄλλος ἐν τοσαύτῃ συγχύσει οὐκ ἂν κυβερνᾶν ῥᾳδίως ἠνέσχετο, ὑμῖν δὲ δόξαν ὥστε πᾶν τὸ φορτίον, εἴπερ δυνηθῇς, ἀντὶ πάντων βαστάσαι, ἀπηγόρευσας τῶν σεαυτοῦ φροντίδων καὶ σὰς ἐποίου τὰς ἁπάντων φροντίδας. καὶ πολλάκις τὸ τόξον ἐντεῖναι θέλων βαλεῖν τε τὴν Χάρυβδιν εἰς τὴν Γοργόνα τὴν πετροποιὸν τῶν θεατῶν εἰκόνα, στραφεὶς ἐπέσχες τὴν βολὴν ἠπειγμένην· καὶ δὴ κατ' αὐτῆς ἀντιβάλλοντας βέλος ἀνθεῖλκον ὑμᾶς οἱ φιλάρπαγες λύκοι· χρόνῳ δὲ μικρῷ συγκροτῶν ἐκαρτέρεις μίαν κατ' αὐτῶν τριπλοκίνδυνον μάχην. ἐπεὶ δὲ ταῦτα τῆς ἀνάγκης τὰ ξίφη κοιναῖς καθ' ἡμῶν προσβολαῖς τεθηγμένα ταῖς σαῖς μερίμναις ἐν βραχεῖ διῃρέθη, χειμὼν δὲ λοιπὸν οὐ μόνον τῶν πραγμάτων, καὶ τῆς φορᾶς δὲ τοῦ χρόνου κατεκράτει· ἐν ᾧ μάλιστα ταῖς μερίμναις εἰσόδους τῆς νυκτὸς ὠδίνουσιν αἱ παρεκτάσεις, γνώμης ἐγίνου τὰς ἀπ' ἄκρων ἡλίου, ὡς ἦν ἐφικτόν, ἐκτεμεῖν περιστάσεις· πηγὴν γὰρ ᾔδεις τῶν κακῶν τὴν Περσίδα. καὶ δὴ τὸ πρᾶγμα σχηματίζων ἐπλάσω σαυτὸν παρασχεῖν τοῖς πρὸ ἄστεος τόποις οὐχ ὥς τι τερπνόνκαὶ μάλιστα τοῦ χρόνου χειμῶνος ὄντος εὐπορεῖν εἰθισμένοις, ἀλλ' ὥστε τοῖς σοῖς μηδαμῶς βουλεύμασι τὰ τῶν πολιτῶν συμπλέκεσθαι πράγματα, μηδ' αὖ γενέσθαι βλαπτικοῖς κατασκόποις ἔκδηλα τῶν σῶν σκεμμάτων τὰ δόγματα· καλύπτεται γὰρ ὡς νέφει κατάσκοπος ὄχλῳ παρεισδὺς καὶ δυσεύρετος μένει. ἐκεῖσε γοῦν, κράτιστε, συλλέγων ὅλον τὸν νοῦν σεαυτοῦ καὶ σχολῇ σοφῇ τρέφων πάσας ἀνέγνως <τὰς> διατάξεις τῶν νόμων τὰς ἐξ ὅπλων καὶ πραγμάτων ὡρισμένας. ἀλλ' ἦν τὰ κρυπτὰ τοῦ σκοποῦ σου δόγματα λόγων ἀφορμαὶ τοῖς λαλεῖν εἰθισμένοις, παρ' οἷς ὀλισθήσασα τῆς ἔσω θύρας ἡ γλῶττα φεύγει καὶ βοᾷ πλανωμένως· ὅμως συνεῖδες ταῦτα συγγνώμην ἔχειν. ἔδοξε γάρ πως ἐξ ἀνάγκης εὐλόγου τοῦ πρὸς σὲ φίλτρου δυσφορεῖν ἡ κοινότης, οὐκ ἐκ φθόνου τὴν γλῶτταν ἠρεθισμένοι τοῖς βασκάνοις γὰρ οὐ φθονοῦνται φροντίδες, ἀλλ' οὐ στέγοντες τὴν ἀπουσίαν βλέπειν, κἂν πολλάκις τύχωσιν ὠφελημένοι. ἐνταῦθα τὸν πρὶν Ἠλίαν μιμούμενος καὶ ταῖς ἐρήμοις ἐμβατεύων ἐτρέφου οὐ βρῶσιν, ὡς ἔδειξας, ἀλλὰ φροντίδας· οὐκ ἦν γὰρ ἔργον πολεμικῶν συνταγμάτων ὃ μὴ μετῆλθες τῇ σχολῇ τῶν σκεμμάτων, τυπῶν, προτάττων, εὐτρεπίζων, προγράφων καὶ σχηματουργῶν τῆς μάχης τὰς εἰκόνας ἄλλοις, σεαυτῷ, τῷ στρατῷ, τοῖς ἔθνεσιν, ὡς ἄν τις εἴπῃ περιλαβὼν ἐν συντόμῳ πρὸ τῶν ἀγώνων τοὺς ἀγῶνας συλλέγων καὶ τὴν μάχην δρῶν ἐντελῶς πρὸ τῆς μάχης. ἄλλοι μὲν οὖν γράψουσιν, οἷς δοκεῖ φίλον, ὄρη, φάραγγας καὶ στενὰς διεξόδους καὶ τὰς πετρώδεις ἐξοχὰς καὶ δυσβάτους δι' ὧν παρῆλθες ὡς πνοὴ ταχυδρόμος, ὡς οὔτε πέτραις ἐκ βελῶν ἀφιγμέναις ἔνεστι βάλλειν, οὔτε μὴν ὀρύγμασι τὴν γῆν ὑπογλύφοντας ἑλκύσαι κάτω, ἀλλ' εἰσὶ τείχη τοῖς ἐναντίοις ὄρη τὰς κλεῖς ἔχοντα τῆς ὁδοῦ πεφραγμένης. ἐβουλόμην δέ, καίπερ ὢν βραδυγράφος, τὴν συλλογήν σου τῶν στρατευμάτων γράφειν τὴν εἰς ἅπαν γῆς ἐσκεδασμένην μέρος, βουλαῖς δὲ ταῖς σαῖς ἐν βραχεῖ συνηγμένην· οἱ σοὶ γὰρ αὐτοὺς ἦγον ἑλκτικοὶ λόγοι, ὡς εἴ τις ἄλλος ἐκ μιᾶς ὑδραργύρου σύρει τὰ χρυσᾶ συλλέγων σπαράγματα. πλὴν ταῦτα σιγῶ καὶ τὸν Εὐφράτου πόρον, δι' οὗ τρέχων παρῆλθες Εὐφράτου πλέον, τὴν δραστικήν τε καὶ μετ' ἔργων ἐμπόνων ὡς ἐν παρέργῳ συμφορὰν τοῦ Δούβιος, εἴγε προσήκει συμφορᾷ παρεικάσαι τὴν εὐσεβοῦντι δεσπότῃ πορθουμένην ἢ δυσσεβοῦντι Χοσρόῃ σεσωσμένην. ἤδη πρόσειμι τῇ Δαραρτάσει πόλει ταύτην δέ φασι Περσικῶν ὁρισμάτων εἶναι βορείαν, τὴν δὲ πρὸς Νότον θέσιν ὅσον πρὸς ἡμᾶς ἀντικειμένως ἔχειν, καὶ τὸν κατ' αὐτῆς ἐν βραχεῖ παραδρόμῳ καμπτῆρα τῷ τρέχοντι μορφώσω λόγῳ. τὸν Ἀρτασὴρ γάρ, δοῦλον ὄντα τὴν τύχην, τυραννικῷ λέγουσι καὶ θρασεῖ ξίφει Πάρθους ἀποστήσαντα τοῦ τότε κράτους εἰς αἰχμάλωτον ὅνπερ ἥρπασε θρόνον ἀντενθρονίζειν ἐν κακοῖς τὴν Περσίδα. χρόνους δὲ συλλέγουσιν, ὥς φασιν, δέκα σὺν ἓξ διαδραμόντας ἑξηκοντάσιν ἐν οἷς τὸ πικρὸν τοῦδε τοῦ σπόρου γένος ἐξ αἱμάτων ὤδινεν αἱμάτων γόνον· ἐν γὰρ τοσαύτῃ τοῦ χρόνου παρεκτάσει ἐναλλαγὴν οὐκ ἔσχε τῆς μιαιφόνου σειρᾶς ἐκείνης ἡ δυσέκλυτος δέσις, ἀλλ' ἐκ τέκνων εἰς τέκνα συμμετεπλάκη ὁ δεσμὸς οὗτος ἐν σφαγαῖς πεφυρμένος, καὶ πᾶς παρ' αὐτοῖς δυσμενὴς βροτοκτόνος ἔσπειρε τέκνον εἰς γονὴν πατροκτόνον, κἀκεῖνος αὖθις ὡς ἐχίδνης οὐσίαν τὸν κλῆρον ἀντέπεμψεν εἰς τοὺς ἐκγόνους· καὶ ῥοῦς ἐχεῖτο τοὺς φόνους ἐπιρρέων ἕως πλατυνθεὶς εἰς ἀμέτρητον χύσιν ἕστηκεν ἐνθεὶς εἰς βυθὸν τὸν Χοσρόην. ἔδει γάρ, οἶμαι, τῆς Ἰωκάστης τὸν βίον ζηλοῦντας αὐτοὺς τῷ παραλλήλῳ φθόνῳ πρὸς τὰς ὁμοίας συμφορὰς ἀνατρέχειν. ἐκεῖνος οὖν ἔκτιζε τήνδε τὴν πόλιν εἰς πύργον ἄκρον, εἰς ἀπόρθητον τόπον, εἰς τεῖχος, ὡς ἔδειξε, τῆς ἁμαρτίας· ἐκεῖ γὰρ εἶχε Χοσρόης καὶ τοὺς μάγους καὶ τοὺς ἑαυτοῦ προστάτας τοὺς ἄνθρακας, δεινῇ κρατηθεὶς εἰκότως ὑποψίᾳ μὴ τοὺς σεβαστοὺς αἰχμαλώτους ἁρπάσῃς. ἀλλ' αὐτὸς ἐλθὼν ὥσπερ ἀστραπῆς τάχος καὶ πλαστὸν αὐτοῖς σχηματουργήσας φόνον φόνον γὰρ αὐτὸς οὐδὲ βαρβάρων θέλεις, εἰ μὴ καθ' αὑτῶν ἐκσπάσοιντο τὰ ξίφη, στήσας τε πολλὰς μηχανὰς τῶν ὀργάνων, κριούς, χελώνας, πετροπομποὺς σφενδόνας φράξας τε τὴν φάλαγγα καὶ τείχει νέῳ τὸ τεῖχος αὐτῶν ἐμπερικλείσας ὅλον ἅπαντας ἔνδον εἷλες ἐκ μόνου φόβου. πρῶτον μὲν οὖν, κράτιστε, τῶν σκύλων ὅλων ἀπηνθράκωσας τοὺς θεοὺς τῆς Περσίδος, δεκτὰς ἀπαρχὰς τῷ Θεῷ σου προσφέρων τὰ τῶν προπάππων Χοσρόου κειμήλια· σβεννὺς γὰρ αὐτοὺς ἔφλεγες τὸν Χοσρόην, οὐχ ὥσπερ ἐχθρὸς τοῦ πυρὸς τῆς οὐσίας ὅλος γὰρ εἶ πῦρ τῷ Θεῷ συνημμένος, ἀλλ' ὡς ἐλευθέραν τε καὶ σεσωσμένην θέλων προσάξαι τῷ Θεῷ καὶ τὴν κτίσιν. ἀπηλλάγη γὰρ καὶ τὸ πῦρ μολυσμάτων τῇ προσκυνήσει μᾶλλον ἐξυβρισμένον, ἔχει δὲ τιμὴν τὴν καλὴν ἀτιμίαν, τῇ σῇ καθαρθὲν εὐσεβεῖ καθαιρέσει καὶ συμφερόντως δυστυχεῖν ἠνέσχετο καλῶς τεφρωθὲν ἢ κακῶς ἀνημμένον. οὕτως ἐκεῖνο πᾶν τὸ πῦρ κατασβέσας ἀφῆκας οὐδέν, πλὴν ὅσον λαλεῖν ἔδει, σπινθῆρα μικρὸν εἰς τὸ φλέξαι Χοσρόην.


Γεώργιος Πισίδης - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ 92

Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου