Τετάρτη, 28 Ιουνίου 2017

Τοῦ βασιλικοῦ γραμματικοῦ κυροῦ Ἰωάννου τοῦ Κιννάμου ἠθοποιία·

Ποίους ἂν εἶπε λόγους ζωγράφος ζωγραφῶν τὸν Ἀπόλλωνα ἐν δαφνίνῳ
πίνακι, καὶ μὴ συγχωροῦντος τοῦ πίνακος;



Ὦ τέχνη καὶ χεῖρες καὶ χρώματα. Οἷον τοῦτο τέρας ὁρῶ· ἡλίκον κατὰ τῆς
γραφῆς ὁ πίναξ ἐκπεπολέμωται. Ἀπὸ δάφνης ὁ πίναξ, ἀπὸ κόρης ἡ δάφνη. Τῇ δὲ καὶ
μετὰ τὴν ἄνθρωπον τὸ μῖσος ἐγκάθηται· καὶ τὴν φύσιν μεταβαλοῦσα τὸν τρόπον οὐ
ξυμμετέβαλε. Κατὰ θεοῦ ἀθάνατα μέμηνε, καὶ μαντικὸν φυτὸν οὐ δέχεται θεὸν
μαντικόν. Ὡς ἐπὶ παστάδος τοῦ πίνακος καθίζω Ἀπόλλωνα, καὶ γίνομαι
νυμφοστόλος θεοῦ ἀπὸ χρωμάτων καὶ κόρης ἀπὸ φυτοῦ, καὶ ὡς ἕδνα τῇ κόρῃ τὰ
χρώματα δίδωμι, καὶ ἀπὸ δάφνης πλέκω τὸν ἐπινύμφιον στέφανον. Ἀνάπτω τῷ
νυμφῶνι τούτῳ καὶ φῶς ἐγγύθεν μεταλαβών· καὶ ὡς ἀπὸ θεοῦ μαντικοῦ τὸ φῶς, ὃ
πολλοῖς πυθομένοις ἀνῆψεν ὁ Πύθιος. Ἡ δὲ ἀλλ' ἀπωθεῖται τὸν ἐραστήν. Καὶ τῆς
βαφῆς οὐκ ἀΐει καὶ τῶν χρωμάτων οὐκ ἐπιστρέφεται. Λάδωνος ἡ Δάφνη θυγάτηρ
τοῦ ποταμοῦ, ὑδάτων ἀπόγονος, παῖς ἀπὸ Γῆς οὕτω στιλβούσης τὸ κάλλος
στίλβουσα, καὶ ἀπὸ γλυκέος ῥεύματος γλυκεῖαν καὶ τὴν ὥραν καθέλκουσα. Ἤ που
ἐκεῖθεν ἀπὸ πατρὸς ἔγνω τὸ μὴ τὰ χρώματα δέχεσθαι; Ἐκεῖθεν μανθάνει τὸ πρὸς τὸν
γράφοντα ἀνεπίστροφον; Ἐγγύθεν ἐκ ποταμοῦ τὰ τῆς διδασκαλίας ἀρύεται; Ἀκούω
τὴν σελήνην, ὅτε τὴν σύνοδον ἔχει μετὰ τοῦ ἀστεράρχου φωσφόρου τοῦ γίγαντος,
ἀποκενουμένην τὰ φῶτα καὶ οἷον θνήσκουσαν. Ἔχω καὶ τὴν Δάφνην καλὴν ὡς
σελήνην, ὅτι καὶ τῇ γῇ πλησιάζει τὸ γένος ἡ Δάφνη, ὡς καὶ ἡ σελήνη τρόπον
καινότερον ἕτερον. Οὐκοῦν τὴν σύνοδον ἡλίου σοφίζομαι τοῦ Ἀπόλλωνος; Ὁ δὲ
μᾶλλον περὶ τὴν συνέλευσιν ἐκλείπει, καὶ ὅλως ἀπομειοῦται, καὶ τὴν γραφὴν οὐ
θαρρεῖ. Τοῦ τῆς Δάφνης νοήματος εἴπω τοῦτο τὸ τέρας, ἢ τοῦ Πυθίου περὶ τὴν κόρην
ἀποστροφῆς; Ὁ μὲν γραφόμενος οὐ μορφάζεται· ἡ δὲ οὐ δέχεται τὰς βαφάς. Ὡς ἄρα
εἰς τὸν ἐκ τῆς γῆς φόβον ἀναφέρει τὸ ἀχρωμάτιστον, καὶ κατὰ τοῦ ἔρωτος μόνη τῶν
ἁπάντων ἀλαζονεύεται. Ἔγραψά ποτε καὶ ἐν ξύλῳ ἀπὸ μύρρας τὸν Θείαντα, ἡ δὲ τὸν
πατέρα ἐδέχετο, ὡς κατὰ γαστρὸς πάλαι τὸν Ἄδωνιν. Καὶ τὴν γραφικὴν μιμουμένην
τὰ τῆς φύσεως ἔβλεπον, καὶ ὡς ἐκεῖ τὸ βρέφος κατὰ μικρόν, κἀνταῦθα τὸ
μορφαζόμενον κατ' ὀλίγον ὠρθοῦτο καὶ ἀνεπλάττετο. Ὦ Ζεῦ καὶ θεοί, ἡ δὲ Δάφνη
μέχρι καὶ χρωμάτων τὴν μανίαν ἐτήρησε καὶ μέχρι ἀψύχου τὴν ὀργὴν ἐθαλάμευσε.
Καίτοι καὶ Θείαντι καὶ Ἀπόλλωνι οὐκ ἀνόμοιοι μέθαι ἐπέθεντο· ὁ μὲν ἐμέθυεν ἔρωτι,
ὁ δὲ οἴνῳ, τῷ ἐπικούρῳ τοῦ σώματος. Δάφνη δὲ περὶ τὴν μίξιν τῶν χρωμάτων οὐκ
ἐπινεύει, ὅτι μηδὲ πρῴην τὴν μετ' Ἀπόλλωνος. Ἠγνόει, ὡς καὶ ἐν οὐρανῷ Ἔρως τὸ
πτερὸν ἐπεκύρτωσε, καὶ πτερὸν αἴφνης τὸν θεῶν ὕπατον ἐσχεδίαζε, καὶ τὰ κύκνων
μουσουργεῖν ἐξεπαίδευσε, καὶ τῷ τοῦ ἔρωτος φαρμάκῳ τὴν καρδίαν ἔνδον βαφέντα
ἔξωθεν ὡς κύκνον ἐλεύκανεν. Ἀνῆψε τὸ πῦρ Ἔρως, καὶ ὡς χρυσὸς ὁ Ζεὺς ἐπυροῦτο,
καὶ θερμὸς ἐραστὴς τὴν ἐρωμένην περιεκέχυτο. Ἐδείκνυ τῷ Διὶ καὶ σύμβολον
κάλλους εἰς κόρην· καὶ ὁ Ζεὺς ὡς βοῦς ἐμυκήσατο, ἵνα μὴ μόνον ἀπὸ βοὸς μέλι
τεχνάζοιτο, ἀλλ' ἀντιστρόφως, ἀπὸ Διὸς καὶ ἀπὸ μέλιτος βοῦς. Καὶ τὸν βουπλῆγα τῷ
πατρὶ τὸ παιδίον ἐπέσειεν, καὶ εἰς τὸ οἰκεῖον πλάσμα τὸν βοῦν, τὸν Δία, διέπαιξε. Καὶ
ἀπὸ Διὸς ἀροτῆρος θέρος ὥρας οὕτω γλυκὺ ἀνεφύετο. Οὐκ ᾔδει, ὡς κατὰ θαλάττης
τὸ πῦρ ἀνεσάλευσε, καὶ γλυκὺν ἔρωτα καθ' ὑδάτων ἁλμυρᾶς φύσεως ἀνετάραξε, καὶ
καθ' ὑγρῶν σπείρων οὐκ ἐπῃσχύνετο τὸ ἀδύνατον. Ἔφθασε καὶ κατὰ γῆς ἐκπέμψας
τὸ βέλος, καὶ πάντες αἰχμάλωτοι ἔρωτος, φιλότητος δέσμιοι. Καὶ περιπλοκὰς ὑγρὰς ἐπὶ τῆς ξηρᾶς ἐσχεδίασεν. Ἐξέθλιψε καὶ κατὰ καρδίας θνητῶν ὡς βότρυν τὸν ἵμερον,
καὶ γεύεταί τις τούτου καὶ πυρπολεῖται σπλάγχνα, καὶ φλόγα τρέφει καὶ τὴν ψυχὴν
ἀνακάεται. Καὶ πυρὸς ὅλους κρατῆρας τοὺς ὀφθαλμοὺς καινουργεῖ, καὶ κατὰ
βλεφάρων φλογὸς ἀνεστόμωσε ῥύακας. Κατὰ τοῦ γείτονος ἀέρος ἠκόντισε, κἂν
κύων τις κόρῃ ἐγγὺς ἁπλῇ ξυγγένηται, τοῦ πυρὸς καὶ τὴν φλόγα δανείζεται, καὶ
τόκον οὕτω ταχὺν καθυπισχνεῖται τῷ ἐραστῇ. Ἐπελόξευσε καὶ τῷ Λοξίᾳ Ἔρως τοὺς
ὀφθαλμούς, ἐπεῖδε τὸ σύνηθες, καὶ κατὰ κόρης πολλῆς τὸ κάλλος ἐξέμηνε. Καλὴ μὲν
οὖν ἡ κόρη, χρυσῆ τὴν θέαν, τερπνὴ τὴν ὥραν, ἁπλῆ τὴν ἰδέαν. Καλὸς καὶ ὁ
Ἀπόλλων. Καὶ τοξότης ὦν οὗτος ἕτερον τοξότην ἠδίκει τὸν Ἔρωτα καὶ τοῖς αὐτοῦ
ὑπέκυψε βέλεσιν. Εἶδε τὴν κόρην ὁ Πύθιος, ἤλγησεν, ἐδίωξεν, ἔσπευσε, τάχα που ὡς
ἀπὸ τρίποδος θεσμοφορήσων ὡς ἥδιστα. Θεὸς ἐδίωκεν ἄνθρωπον· καὶ θεοῦ ἦν
ἐρώμενος ἄνθρωπος. Οὐκ ᾔδει τὴν ἀποτυχίαν ὁ μάντις θεός. Ἔρως γὰρ αὐτῷ
ξυνεθώλου τὸ μαντικόν· ἠγνόει τὸν μάταιον δρόμον. Ἵμερος γὰρ ἀπὸ τῶν
σπλάγχνων ῥυεὶς τὴν μαντικὴν πηγὴν ἀνέστελλε, καὶ τὰς τοῦ βλεπεῖν φλέβας
ἀνέφραττεν. Ἐπηπείλει τῇ φυγῇ καὶ δεσμούς, οὓς πολλοὺς πολλάκις ἀπὸ πυρὸς
ἐχάλκευσεν ἔρωτος. Γένος ἀμφοῖν ἄνισον, καὶ δρόμος ἀνόμοιος. Καὶ οἷς ἡ κόρη τῷ
γένει ἐλείπετο, τούτῳ τῷ τάχει ἐπρώτευεν. Ὁ μὲν ἐνίκα τῇ φύσει τὴν κόρην, ἡ δὲ τῷ
τάχει τὸν ἐραστήν. Εἶδε τὴν βίαν τῆς κόρης ἡ Γῆ, καὶ ὡς ἐδραπέτευεν, ἔφευγεν,
ἔτρεχε, καὶ τὸν περὶ παρθενίας ἠπείγετο, καὶ τὰς λαγόνας περιεβόθρευσε, καὶ πλατὺ
τὸ στόμα ὑπέχαινε, καὶ πάλαι ἀπὸ γαστρὸς αὐτὴν ἀναπτύξασα παλίνορσος
ὑπεδέξατο, ὡς καὶ ἰχθύες πολλάκις ὑδατοβάμονες ἐν θαλάσσῃ τὰ ἔγγονα, καὶ τῷ
Δηλίῳ τὴν ἐρωμένην ἀπέκρυπτε. Καὶ τῇ τῆς κόρης παρθενίᾳ οἷα θησαυρῷ
ἀνωρύττετο, κλέπτην τοῦ κάλλους μέγαν οὕτως ὑφορωμένη θεόν. Οἷα δὲ σιδήρῳ
ἀνεμοχλεύετο τῷ τῆς κόρης ἀνενδότῳ πρὸς Ἔρωτα. Γῆ δ' ἀντ' αὐτῆς ὁμώνυμον
ἀντεδίδου φυτὸν τῷ Ἀπόλλωνι, καλὸν εἰς ὄψιν, σεμνὸν εἰς ἄνθην, χρυσοῦν εἰς
κάλλος, εὔχρουν εἰς θέαν, ἔτι φόβου πνέον καὶ τῇ ἐξ ἀνέμων κινήσει φέγγει ἔτι
φαντασιούμενον. Τὸ δὲ οὐδ' ἐν χρώμασι τὸν Ἀπόλλωνα δέχεται. Μηκέτι θαρρεῖτε,
μάντεις, τὸν δάφνινον στέφανον, μηκέτι τοῖς τῆς δάφνης κλάδοις πιστεύετε· εἰ
γραφόμενον ἡ Δάφνη οὐ δέχεται, πάντως οὐδὲ μαντευόμενον τὸν Ἀπόλλωνα.


ΙΩΑΝΝΗΣ ΚΙΝΝΑΜΟΣ -ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ 133 

Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου